κ
ἀ
γὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ
’
ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι ἐκεῖνός μοι εἶπεν· ἐφ
’
ὃ ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ
’
αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ. κ
ἀ
γὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.